Δόξα καὶ νῦν. Ἀλληλούΐα
Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου· ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου. 2 αἱ χεῖρές μου ἐποίησαν ὄργανον, καὶ οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον. 3 καὶ τίς ἀναγγελεῖ τῷ Κυρίῳ μου; αὐτὸς Κύριος, αὐτὸς εἰσακούσει. 4 αὐτὸς ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἦρέ με ἐκ τῶν προβάτων τοῦ πατρός μου καὶ ἔχρισέ με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὑτοῦ. 5 οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Κύριος. 6 ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ, καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ· 7 ἐγὼ δέ, σπασάμενος τὴν παρ᾿ αὐτοῦ μάχαιραν, ἀπεκεφάλισα αὐτὸν καὶ ἦρα ὄνειδος ἐξ υἱῶν ᾿Ισραήλ.
ᾨΔΗ ΜΩΫΣΕΩΣ
(Ἐν τῇ Ἐξόδῳ, Κεφ. ιε')
Ἄρδην βυθίσας Φαραώ, Μωσῆς λέγει.
Ἀρχὴ·τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν.
Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ.
Ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν Ἐρυθρᾷ, θαλάσσῃ.
Πόντῳ ἐκάλυψεν αὐτοὺς, κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος.
Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς. Καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους.
Ἀπέστειλας τὴν ὀργήν σου, κατέφαγεν αὐτοὺς ὡσεὶ καλάμην.
Καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ, ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.
Εἶπεν ὁ ἐχθρός· Διώξας καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου.
Ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα, ἔδυσαν ὡσεὶ μόλυβδος ἐν ὕδατι σφοδρῷ.
Τὶς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τὶς ὅμοιός σοι; Δεδοξασμένος ἐν Ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.
Ἐξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ.
Ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω, παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου.
Ἤκουσαν ἔθνη, καὶ ὠργίσθησαν, ὠδῖνες ἔλαβον κατοικοῦντας Φιλιστιείμ.
Εἰς στίχους η'
Τότε ἔσπευσαν ἡγεμόνες Ἐδώμ, καὶ ἄρχοντες τῶν Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χαναάν.
Ἐπιπέσοι ἐπ' αὐτοὺς φόβος καὶ τρόμος, μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν.
Εἰς στίχους ς'
Ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε, ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν ἐκτήσω.
Εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου, ὃ κατειργάσω, Κύριε, ἁγίασμα, ὃ ἡτοίμασαν αἱ χεῖρές σου.
Εἰς στίχους δ'
Τέλος:Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπ' αἰῶνα, καὶ ἔτι.
Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης, οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης.
ᾨδὴ Μωΰσέως (Εν τῷ Δευτερονομίῷ κεφ. λβ’ 1-43)
Νόμου γραφέντος αὖθις ᾠδὴ Μωσέως.
Πρόσεχε οὐρανέ, καὶ λαλήσω, καὶ ἀκουέτω ἡ γῆ ρήματα ἐκ στόματός μου. Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ρήματά μου, ὡς ὄμβρος ἐπ᾿ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον.
Ὅτι τὸ ὄνομα Κυρίου ἐκάλεσα· δότε μεγαλωσύνην τῷ Θεῷ ἡμῶν.
Θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις· Θεὸς πιστός, καὶ οὐκ ἔστιν ἀδικία, δίκαιος καὶ ὅσιος Κύριος.
Ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά, γενεὰ σκολιὰ καὶ διεστραμμένη. Ταῦτα Κυρίῳ ἀνταποδίδοτε;
Οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός; οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε;
Μνήσθητε ἡμέρας αἰῶνος, σύνετε ἔτη γενεᾶς γενεῶν· ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι. Ὅτε διεμέριζεν ὁ ῞Υψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς ᾿Αδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ,
Καὶ ἐγενήθη μερίς Κυρίου λαὸς αὐτοῦ ᾿Ιακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ ᾿Ισραήλ.
Читать дальше